Add parallel Print Page Options

19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς [a]πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή. 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25 ὃν προέθετο ὁ θεὸς ἱλαστήριον [b]διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων 26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς [c]τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

27 Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28 λογιζόμεθα [d]γὰρ [e]δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. 29 ἢ Ἰουδαίων ὁ θεὸς μόνον; [f]οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, 30 [g]εἴπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον [h]ἱστάνομεν.

Τί οὖν ἐροῦμεν [i]εὑρηκέναι Ἀβραὰμ τὸν [j]προπάτορα [k]ἡμῶν κατὰ σάρκα; εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ’ οὐ [l]πρὸς θεόν, τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, μακάριος ἀνὴρ [m]οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.

Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν [n]γάρ· Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10 πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ [o]λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην, 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς [p]ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:22 πάντας WH Treg NIV ] καὶ ἐπὶ πάντας RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:25 διὰ WH Treg ] + τῆς NIV RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:26 τὴν WH Treg NIV ] – RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:28 γὰρ WH Treg NIV ] οὖν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:28 δικαιοῦσθαι πίστει WH Treg NIV ] πίστει δικαιοῦσθαι RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:29 οὐχὶ WH Treg NIV ] + δὲ RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:30 εἴπερ WH Treg NIV] ἐπείπερ RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:31 ἱστάνομεν WH Treg NIV ] ἱστῶμεν RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:1 εὑρηκέναι Treg NIV ] – WH RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:1 προπάτορα WH Treg NIV ] πατέρα RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:1 ἡμῶν WH Treg NIV ] + εὑρηκέναι RP
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:2 πρὸς WH Treg NIV ] + τὸν RP
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:8 οὗ WH Treg NIV ] ᾧ RP
  14. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:9 γάρ WH Treg NIV ] + ὅτι RP
  15. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:11 λογισθῆναι WH Treg NIV ] + καὶ RP NA
  16. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:12 ἐν ἀκροβυστίᾳ πίστεως WH Treg NIV ] πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ RP